Σωκράτης: Τέχνη δὲ ἀβλαβὴς καὶ ἀκέραιός ἐστιν, ὀρθὴ οὖσα!!!

Ἡ τεχνοσύνη γε τῶν νῦν ἀνθρώπων οἶμαι μεγάλη εἶναι, φίλοι!! Πολλά γάρ ἡμῖν καινά τεχνήματα ἐστιν ἅ τοῖς νῦν ἀνθρώποις πεπόνηται τό πρῶτον, ὥσπερ ἡλεκτρονικά παίγνια, τηλεοπτικογραφικά μηχανήματα, ὀχήματα ἐξ αὐτομάτου κινούμενα κ.λπ. 
Ἕν δέ, τῆς τῶν νῦν ἀνθρώπων εὐμηχανίας μέγα καί περιβόητον τέχνημα, καί τό τρένο ἐστίν. Ἴσως δέ ἄν τίς τῶν ἀρχαίων ἀπορήσειεν ὁρῶν τό τρένο τέ καί λογίζοιτο πρός ἑαυτόν: ‘τί ἄραγε τοῦτο τό σιδηροῦν τέρας ἐστίν’!!!

Τρένο, ὦ φίλε ἀρχαῖε, οἱ νῦν καλοῦσι σιδηροῦν τι μέγα κατασκεύασμα οἷον ἐπί σιδηραῖς τροχιαῖς ταχέως κινεῖται ἐξ αὐτομάτου, χρώμενον ἤ πετρελαίῳ ἤ ἡλεκτρεύματι πρός τό τρέχειν. Τό τρένο κυλινδόμενον σύρει ἁμάξας πολλάς ἐφ’ ὧν οἱ νῦν ἄνθρωποι ὀχοῦνται πανταχόσε τῆς ἑκάστοτε χώρας, καλούμενον ἁμαξοστοιχία τό σύνολον. Ἐν Ἀθήναις δέ τό καλούμενον Μετρό, ἐπιβατόν ταχύ τρένο ἐστί χρώμενον ρεύματι ἡλεκτρικοῦ πρός τό αὐτομάτως ταχέως κινεῖσθαι, ἐφ’ οὗ οἱ Ἀθηναῖοι ὀχοῦνται, ἐπιβιβαζόμενοι ἐν τοῖς πρός τοῦτο σταθμοῖς. Ἐστι δέ τοῖς ὀλίγον ἀργύριον διδοῦσιν, ἥμισυ τε καί ἕν Εὐρώ, ἐπί τοῦ Μετρό ὀχουμένοις πανταχόσε τῶν Ἀθηνῶν ταχέως μεταβαίνειν. Ἐκ τούτων δέ οἶμαι ὅτι οὐκ εἰθισμένοι οἱ νῦν ἄνθρωποι ὁδοιπορεῖν εἰσίν, ὥσπερ τό παλαιόν.
Ἱκανά δέ μοι δοκεῖ ταῦτα εἶναι τινά κατανοεῖν ὅτι τό τρένο ἐστίν.

Ἔοικε, φίλοι, ὅτι πολλάκις τά νῦν τεχνήματα τό αἴτιον ἐστίν, ἐξ ὧν πολλοί τῶν ἀνθρώπων ἀποθνήσκουσιν ὥσπερ καί ἐγένετο τῇ προτεραίᾳ ἐν Ουάσιγκτον τῶν ΗΠΑ. Ἐν Ὀλυμπίᾳ, πρωτεύουσα τῶν τῆς Ουάσιγκτον πόλεων, ἁμαξοστοιχία ἀποκομίζουσα ἐπιβάτας ἐκτός τοῦ Σιάτλ εἰς Πόρτλαντ, καί γενομένη ἐπί ὁδοῦ τινός γεφύρᾳ, κατέπεσεν ἐξαίφνης ἀπό τῆς γεφύρας ἐπί τῆς ὁδοῦ, ὡς ἀνωτέρω οἷον τέ ἰδεῖν. Αἱ πλεῖσται τῶν ἁμαξῶν πλήρεις ἦσαν ἐπιβατῶν ἐξ ὧν τρεῖς μέν ἀπέθανον ἀκαριαίως, ὀγδοήκοντα δέ ἐτρώθησαν, ἄλλοί μέν ἐλαφρῶς, ἄλλοι δε βαρέως!!!
Καί οὐκ οἶδα τί προσήκει λέγειν περί τούτου, φίλοι. Ἆραγε καλόν τί καί ὠφέλιμον τοῖς ἀνθρώποις ἐστί ἡ τεχνουργική πράξις; Ἴνα τί γένηται οὕτω ταχέως τά τρένα ἐλαύνουσιν; Διά τί ἐξαίφνης μαίνοιτο ὁ τό τρένο ἐλαύνων; Οὐ γάρ θεμιτόν τοῦτο κατά τήν ἐμήν δόξαν. 


Ἐπεύχομαι ὑμῖν εὐτυχεῖν, φίλτατοι... καί ὡς οἱ νῦν λαλοῦσι τοῖς τάς ἑορτάς ἄγουσιν ‘ΚΑΛΕΣ ΓΙΟΡΤΕΣ’


Εὐμήχανος.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top