Οἴκαδε, φίλοι, ἀφικόμενος εὐθύς ἐξεπλάγην ὑπό τῆς εἰδήσεως παντοίων κακῶν νέων!!! Μάλιστα δέ ὅλων ἐξεπλάγην ἀκούσας τοῦ Τράμπ!!! Τί οἴεσθε καινότερον ἐξαίφνης ὁ Τράμπ ἐβουλεύσατο περί τοῦ Ἰσραήλ; Οὐδέν ἄλλο ἤ τόδε, φίλοι. Τά Ἱεροσόλυμα ἀντί τοῦ Τελ Ἀβίβ μητρόπολιν τῶν Ἰουδαίων ποιῆσαι διά παντός ἐβουλεύσατο!!!
Ὀλίγον οὖν πρότερον ἤκουσον τοῦ Τράμπ λέγοντος τῇ τηλεοράσει τάδε: 
<<Ὑπέρ τά εἴκοσι ἔτη, ἅ ὑπισχνούμεθα τοῖς Ἰουδαίοις, οὔποτε ἐπετελέσαμεν ταῦτα!! Διά τοῦτο καθ’ ἑμαυτόν ὁρθῶς λογισάμενος οὐδέν ἄλλο ἤθελον ποιῆσαι ἤ τό δίκαιον καί τήν εἰρήνην. Πρός τοῦτο δέ τήν Ἀμερικανικήν πρεσβείαν τάχα μεταστήσω ἐκ τοῦ Τελ Ἀβίβ εἰς τήν Ἱεροσολύμων πόλιν, τήν τῶν Ἰουδαίων νέαν μητρόπολιν. Θεός ἐλεήσειεν ὡς μάλιστα Ἰουδαίους τε καί Παλαιστινείους. Γένοιτο>>
Μετ’ ὀλίγον δέ πάντες οὐ μόνον τῶν Εὐρωπαίων ἀλλά καί  τῶν ἄλλων ἡγετῶν ἐξεπλάγησαν τοῦ Τράμπ ἀκούσαντες, οἰόμενοι ἀρχή μεγάλων δεινῶν τοῖς πᾶσι τοῦτο εἶναι μάλιστα δε τοῖς Παλαιστινείοις. Διά τοῦτο πάντες γνώμην ἀπέφηνον περί τούτου ἀποδοκιμάζοντες τήν τοῦ Τράμπ τοιαύτην ἀπόφασιν!!! 
Πρός δέ τούτοις καί τοῖς Μουσουλμάνοις δοκεῖ τοῦτο ἀδικώτατον εἶναι!!! Εὖ γάρ ἴστε ὅτι περιμάχητον τό ἄρχειν τῶν Ἱεροσολύμων πολλάκις ἐγένοιτο ἐν τῷ πρόσθεν, τοῖς Παλαιστινείοις τε καί Ἰουδαίοις. Καί οὔκ ἐστι νῦν οὐδείς τῶν ἀνθρώπων ἄλλος ὅν μᾶλλον μισοῦσιν οἱ Μουσουλμάνοι ἤ τόν παγγέλοιον Τράμπ!!! 
Ἤδη δε εἴρηται τηλεοράσει ὅτι ἐν πολλαῖς χώραις μουσουλμανικαῖς, ὥσπερ καί ἐν Τουρκίᾳ, διαματυρίαι ἐγένοντο ὑπό τῶν εἰς τό κοινόν συνελθόντων Μουσουλμάνων τε καί ἐκδίκησιν βουλομένων σφόδρα ποιεῖσθαι τοῦ Τράμπ!!!
Ἐγὼ δε πειράσομαι νῦν τό ἐμοὶ δοκοῦν δηλῶσαι. Ἔοικε ἐκ τῶν προειρημένων, φίλαι τέ καί φίλοι, ὅτι τάς τῆς κολάσεως πύλας ἀνέῳξε ὁ Τράμπ. 

Εἴθε θεός τις πρόφρων
ἀρήξειεν ἡμῖν  .


Γένοιτο!!



Εὐμήχανος.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top