Σωκράτης: Ὁ τύραννος πρῶτον μὲν πολέμους τινὰς ἀεὶ κινεῖ, ἵν ̓ ἐν χρείᾳ ἡγεμόνος ὁ δῆμος ᾖ.!!!!
Οὔπω σαφῶς οἶδα, φίλαι τε καί φίλοι, πότερον ἀγαθά ἤ κακά ἐστι τοῖς Κορεάταις τοῦ Κιμ Γιόγκ ἕνεκεν. Ἀκούω μέν πολλῶν ὡς ἡ χειρίστη πάντων ἐστί ἡ τοῦ Κιμ Γιόγκ ἀρχή. Ἄλλων δε τινῶν ἀκούω ὡς μέγιστα καλά παρέχει ὁ Κιμ Γιογκ τοῖς ἐνοικοῦσιν!! Πότερον γάρ ἀληθές οὐκ ἔχω εἰπεῖν.
Τῇδε τῇ ἡμέρᾳ δέ ἤκουσα ἐξ ἀπροσδοκήτου τοῦ Τάε Γιόνγκ Χο ἀγορεύοντος ἐν τίνι τῶν Ἀσιατικῶν ὁμίλων περί τῆς Βορείας Κορέας.
Οὗτος ὁ ἀνήρ, ὁ Τάε Γιονγκ Χο, Κορεάτης ἐστίν ἀποδράσας τῷ Κίμ Γιόγκ ἐν ἔτει 2014 καί οὔποτε ἀλωθείς πάλιν ἔκτοτε, ἐνοικεῖ τῇ Οὐάσινγκτον. Ὁ Τάε Γιονγκ Χο, μάλα ἐγγύς τοῦ Κίμ Γιόγκ ἦν ἐν τῷ ἄρτι πρόσθεν τῆς ἀποδράσεως χρόνῳ.
Ἔλεξεν οὖν τάδε:
¨Εὖ γάρ ἴστε, φίλοι, ὅτι ὁ πρότερον τήν ἀρχήν τῆς Βορείας Κορέα ἔχων, πολλά ἤδη ἔτη ἀπέθανεν, καταλείπων νέον υἱόν, τόν Κίμ Γιόγκ, ἐπί ἡμᾶς ἄρχοντα. Ὠς ἄτοπος δε οὗτος ὁ ἀνήρ ἐστίν ἔγωγε εὖ οἶδα. Ἐδούλευον γάρ παρά τῷ Κιμ Γιόγκ, ἀνδρί κακῷ τε καί ἀγρίῳ, πολύν χρόνον, ὁ τῶν ἐξωτερικῶν ὑπουργός ὤν!!! Πολλάκις δε ἐν τῷ φανερῷ ὕβριζεν ἡμᾶς τε καί ἐκακοποίει σκληρός τούς τρόπους ὤν!!! Καί ὡς ἀληθῶς ἐπί τῷ Κιμ Γιόγκ πολλά δεινά ἐπάθομεν!!!
Οὗτος ὁ σκαῖος ἀνήρ σφόδρα πειρᾶται βόμβας τεῦξαι πυρηνικάς ἵνα οἷος τε γένηται βαλεῖν πυραύλοις τάς ΗΠΑ!!!
Τούτου δέ ἕνεκεν ἴστε οὖν τάς σκληράς συμφοράς ἅς ἔδοξε τῷ ΟΗΕ ἀνάγκη εἶναι ἐπιβαλεῖν τῇ Κορέα. Οὐδενί ἔξεστιν εἰς τήν Κορέαν εἰσάγειν σῖτον, φάρμακα, ποτά, πετρέλαιον κλπ ἄχρι ἄν ὁ Κιμ Γιόγκ πεισθῇ τοῖς Ἀμερικανοῖς ἐπί τούτῳ ὥστε χρήσει δικαίοις περί τῶν πυρηνικῶν.
Νῦν δε καινάς συνθήκας πειρᾶται ποιήσασθαι τοῖς Κινέζοις ἐπί τούτοις ὥστε οἷος τε γένηται σιτία εἰσάγειν ἐκ τῆς Κίνας. Ἔτι δε ἐγγύς τοῦ Πούτιν πειρᾶται ἰκέσθαι ἀνεπιτυχῶς. Πούτιν γάρ οὐ πείθεται τῷ Κιμ Γιογκ καταφρονῶν αὐτόν!!! Οὐ γάρ βούλομαι, ἔφη, πρός τόν Κιμ Γιόγκ διαλέγεσθαι!!!
Ἡ τῆς Κορέας κατάστασις δεινή τε καί χαλεπή ἐστί κατά πᾶσαν τήν χώραν. Οὔκ ἐστι τοῖς ἐνοικοῦσι τῶν ἐπιτηδείων οὐδέν καί ὡς δεσμῶται ζῶσιν πάντες ἐν τῇ Κορέᾳ, οὔκ ἐξόν αὐτοῖς τόν βίον διάγειν κατά τά ἑαυτοῖς δοκοῦντα. Ἠλεκτρικόν ρεῦμα ἔστι μόνον ἀμφί τάς δύο ὥρας καθ´ ἑκάστην τήν ἡμέραν!!! Σιτία, φάρμακα, ποτά χαλεπόν ἐστί τινί εὐρεῖν!! Πολλοί δε τῶν ἐνοικούντων μέλλουσι ἀποθανεῖσθαι τῶν δεινῶν συμφορῶν ἕνεκεν!! Πολλάς μυριάδας τῶν νέων ἀνθρώπων ἐκέλευσε ὁ Κίμ Γιόγκ εἰς τήν ἀλλοδαπήν ἰέναι ὡς ἐργασομένους ἵνα οὕτως ἱκανοί ἔσονται τά πρός τό ζῆν ἀναγκαῖα πορίζεσθαι!!! Οὕτως ἐν ὀργῇ ἔχουσιν οἱ πλείους τῶν Δυτικῶν τόν Κιμ Γιογκ εἰς ἀπιστίαν ἐμπεσόντα!!!¨
Ἔοικε, σύνηθες ἐστί τοῖς τυραννεύουσι ποιεῖν ὅπως ἄν βουληθῶσι, μή κηδομένοις τῶν ἐνοικούντων, χαλεποί ἀεί οὖσι καί ὠμότατοι!!! Οὕτως ἡ τύχη ἔχει, φίλοι. Οἱ μέν εἰς τήν δημοκρατίαν αἴρονται ζῶντες καλῶς οἱ δέ τά χείριστα πάσχει ὑπό τῆς τυραννίας!!!. Ἡ ἀνάγκη πάντων κρατεῖ!!!
Χαίρετε.
Εὐμήχανος.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου