Διονύσιος πρὸς Σπεύσιππον: Ἐκ τῆς Ἀρκαδικῆς σου μαθητρίας( Ἀξιοθέας) ἐστι καταμαθεῖν τὴν σοφίαν.
Ἀξιοθέα Φλειασία, Πλάτωνος μαθητρὶς!!!
Ὑπὲρ τῶν γυναικῶν πάλιν ὁ λόγος φίλτατοι, καί δὴ ὑπὲρ Ἀξιοθέας τῆς Φλειασίας. Οἴη γυνὴ καὶ ἡ Ἀξιοθέα!! Τῶν μᾶλλον ἐπισήμων μεγάλων Ἑλληνίδων τῆς ἀρχαιότητος ἦν αὕτη ἡ γυνὴ, φοιτήσασα πολλά ἔτη ἐν τῇ Ἀκαδημείᾳ περὶ τὴν φιλοσοφίαν. Ἠξίωσάν δὲ τὴν Ἀξιοθέα ἐν τῇ Ἀκαδημείᾳ τῶν μεγίστων τιμῶν τῆς σοφίας. Καὶ ὡς ἀληθῶς πολλάκις ἐβουλήθην ὑπόμνημα γρᾶψαι περὶ τῆς Ἀξιοθέας ἐν τῷ προτέρῳ. Ἄρχομαι οὖν τοῦ λόγου διηγούμενος τὰ τῆς Ἀξιοθέας ὑμῖν.
Ἀξιοθέα Ἑλληνὶς τὸ γένος, ἐκ Φλιοῦντος Πελοποννήσου, ἐγενήθη ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐν ᾧ ἡ Ἀκαδημεία ἵδρυτο ὑπὸ τοῦ Πλάτωνος, ὅποι περ τὸν πλεῖστον χρόνον διετέλεσε ὁ Πλάτων φιλοσοφῶν ἄχρι τῆς τελευτῆς αὐτοῦ τῷ 347. Τῷ καιρῷ, ἐν ᾧ ἐγενήθη ἡ Ἀξιοθέα, ὁ Φλιοῦς ἐτύγχανε ὑπό τοῖς Λακεδαιμονίοις γεγονώς. Ἀξιοθέα οὖν ἔτι νέα οὖσα, ἐπρίατό τινα τῶν ἔργων τοῦ Πλάτωνος ὡς προμελετήσειε τὴν φιλοσοφίαν, μάλιστά δε τὴν τοῦ Πλάτωνος Πολιτείαν, ὥσπερ εἴρηται Θεμιστίῳ!!!
Ἀξιοθέα, ἀκολούθως τοῖς ἑαυτῆς βουλεύμασι, εἰς Ἀθήνας ἀφίκετο ὅπως μαθητρὶς φιλοσοφίας γένηται ἐν τῇ Ἀκαδημείᾳ, ὅπερ καὶ ἐγένετο. Ἐνταῦθα πολλά ἔτη φοιτῶσα τοῦ Πλάτωνος ἤκουε διδάσκοντος περὶ σοφίαν τε καί ἐπιστήμας. Μετὰ Πλάτωνα θανόντα, μάλα γηραῖον ὄντα, Ἀξιοθέα μαθητρὶς οὐ μόνον τοῦ Σπευσίππου, ἀνεψιοῦ τοῦ Πλάτωνος πρὸς μητρὸς, ἀλλὰ καὶ τοῦ Μενεδήμου τοῦ Ἐρετριέως ἐγένετο, ὥσπερ γέγραπται ἐν τινὶ παπύρῳ!!! Ἀξιοθέα κατὰ τοὺς Σπευσίππου χρόνους διδάσκαλος σοφίας ἐγένετο ἐν τῇ Ἀκαδημείᾳ, ἐν ᾗ τῶν ἀνδρῶν πολλοὶ ἤκουον αὐτῆς διδασκούσης. Σὺν δε τῇ Ἀξιοθέᾳ καὶ ἡ Λασθένεια ἡ Μαντινικὴ μαθητρὶς τοῦ Πλάτωνος ἐγένετο ἐν ἐκείνῳ τῷ χρόνῳ!!!
Φησὶ δὲ Διογένης ὁ Λαέρτιος ἐν τοῖς Βίοις φιλοσόφων "Ἐλέγοντο δὲ αὐτοῦ ( τοῦ Σπευσίππου) καὶ αἱ Πλάτωνος ἀκούειν μαθήτριαι, Λασθένειά τε ἡ Μαντινικὴ καὶ Ἀξιοθέα ἡ Φλιασία...Καὶ Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρ' αὐτὸν φοιτῶντας ἐποίει· Σπεύσιπος δασμολογών καὶ παρ' ἑκόντων καὶ ἀκόντων ἐλάμβανεν.»"
Πλεῖστοι τῶν νῦν, φίλτατοι, οἴονται ὅτι οὔκ ἐξεγένετο ταῖς γυναιξὶ μετέχειν τῆς παιδεύσεως κατὰ τοὺς παλαιοὺς χρόνους. Καὶ οὐδὲν ψευδέστερον τούτου τοῦ ἔπους ἐστὶν. Ράδιον δήτα ἐστὶ τινί χρωμένῳ τῷ διαδυκτίῳ, νῦν καλούμενον internet, εὐρεῖν τῶν πάλαι γυναικῶν οὐκ ὁλίγας μετεχουσῶν πάντων τῶν ἐπιστημῶν. Πολλάκις δε καὶ μοι γέγραπται τὸν πρότερον περί τούτων, τῶν γυναικῶν, ὥσπερ ἡ Αρήτη, ἡ Ἀσπασία, ἡ Σαπφὼ κ.λπ. Ἔτι δε μέλλω τάχα γράψειν καί περὶ τῆς Ὑπατίας τῆς Ἀλεξανδρινῆς. Εὖ γὰρ ἴστε οἴου ἀπανθρώπου τρόπου ἐτελεύτησεν ἡ Υπατία ὑπὸ μαινομένων χριστιανῶν!!!!
Ἔτι δε καὶ τοῦτο, φίλοι, ἀκούω πολλῶν λεγόντων, ὡς τὸ πάλαι οὐχ οἷον τε ἦν γυναιξὶ ἐξιέναι τῆς οἰκίας καί τούτου ἕνεκεν ἀπειργμέναι, ὥσπερ ἐν εἰρκτῇ, διετέλουν ἐν τῇ οἰκίᾳ κατὰ πάντα τὸν βίον!!!! Καὶ ἴνα τὶ λέγουσι τοσοῦτα πολλὰ τε καὶ μεγάλα ψεύδη, οὐκ ἔχω εἰπεῖν. Δοκεῖ δε μοι χριστιανοὶ λέγειν ταῦτα, τά ψεύδη, εὖ εἰδότες τὸν δουλικὸν βίον ὅν αἱ νῦν γυναῖκες βιοῦσιν ἐπὶ τοῖς ἀνδράσιν. Οἶμαι, οὐκ εἰκὸς ἐστι τινα, Ἕλληνα ὄντα, συκοφαντεῖν τὸν Ἑλληνικὸν κόσμον, ἀλλοτρίου θρησκευματὸς χάριν!!! Καὶ ὡς ἀληθῶς πολλαὶ ψευδεῖς κακηγορίαι τοῖς συκοφάνταις εὕρηνται κατὰ τῶν πάλαι Ἀθηναίων.
Χρὴ ἡμᾶς, φίλοι, τούτῳ τὸν νοῦν προσέχειν διαλεγομένους πρός τινα, εἰ συκοφάντης ὁ λέγων ἐστί, εἰ μή. Καὶ εἰ μὲν συκοφάντης εἴη, ἔασον αὐτὸν χαίρειν, φίλτατοι!!!
Εὔχομαι ὑμᾶς εὐτυχῆσαι
Εὐμήχανος.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου