Εἰς Πύκνα τοίνυν αὖ πάλιν, ἐνταυθοῖ πάρειμι ὑμῖν, ὦ φίλοι πρόγονοι, διηγησόμενος τούς ὑπέρ ὑμῶν Ὀμπάμα λόγους. Πάρεστι δε ἐνταυθοῖ, ὡς ἔγωγε ἀσμένως ὁρῶ, ὑμῶν τό πλῆθος ἅπαν!!  Πολλούς οὖν γνωρίμους παρόντας ὁρῶ ὥσπερ τόν Σωκράτη, τόν σοφόν, ἔπειτα δε τόν Πλάτωνα τέ καί τόν Αἰσχίνη, τόν Περικλέα,  Ἀσπασίαν καί ἄλλους πολλούς!!! 
Ἴσως μέν τινές ὑμῶν ἀγνοοῦσιν καί οὐκ ἴσασιν ὅστις ἀληθῶς Ὀμπάμα ἐστιν. Ὑμεῖς δε ἐμοῦ πύθησθε τάχα καί περί τοῦ ἀνδρός, ὅστις ἐστίν, ἀλλά καί περί τῶν θαυμασίων λόγων οὗς ἔλεξεν ἡμῖν, ὑπέρ ὑμῶν. 
Οὖτος ὁ ἀνήρ, φίλτατοι, ἄρχει τῆς Ἀμερικῆς, ἐν προεδρίᾳ ἐπί δέκα ἔτη ὤν, χώρας μεγίστης καί εὐδαιμονεστάτης ἁπασῶν τῶν χωρῶν, ὥσπερ καί ἡ ὑμετέρα πόλις ἦν τό παλαῖον. 
Ἐπί τῆς Ἀμερικῆς κατοικῶν ὁ Ὀμπάμα, ἥκει παρ´ ἡμᾶς τῇ προτεραίᾳ ἀπό τοῦ Λευκοῦ Οἴκου ἐπαινέσων ὑμᾶς ἅπαντας, τούς ἔμπροσθεν προγόνους ἡμῶν, μάλιστα δε πάντων ὑμᾶς τούς Ἀθηναίους, τῆς δημοκρατίας τε καί φιλοσοφίας. 
Ἔδοξε δε τοῖς πᾶσιν ἀγορεύων εὖ ἐπίστασθαι τήν Ἑλλήνων φιλοσοφίαν τε καί ἱστορίαν. Ἐν τοῖς λόγοις αὐτοῦ πολλάκις τῶν ὑπό Περικλέους λεχθέντων ἐμνήσθη ἀλλά καί τῶν ὑπό Σωκράτους τε καί γυναικῶν καί ὑπό ἄλλων πολλῶν Ἑλλήνων τοῦ τότε χρυσοῦ χρόνου. 
Δεξιός τε καί σώφρων ρήτορ ὁ Ὀμπάμα, ἐοικῶς φιλοσόφῳ, λόγους ἐποιήσατο πρός πᾶσαν τήν οἰκουμένην ἐν τῷ καλουμένῳ Ἴδρυμα Νιάρχος, παρόντων οὐχ ἧττον τῶν χιλίων γνωρίμων Ἑλλήνων. 
Τοῦ λόγου, φίλτατοι, ἤρξατο ἀπό ἐν τό τότε παρόν ἐν ὧ ὑμεῖς τό πρῶτον τήν δημοκρατίαν κατεστήσατε, ὡς τήν ἀρχήν τοῦ πλήθους!!!!  Κάλλιστα δέ ἐπαίνεσεν ὁ ἀνήρ τήν ὑμετέραν δημοκρατίαν, γοητεύων τάς ψυχάς ἡμῶν, ἐγκωμιάζων κατά πάντα τρόπον ὑμᾶς, τούς Ἀθηναίους. Ὁ παρὰ τοῦ Ὀμπάμα λόγος, φίλτατοι, μεστός ἐπαίνων τε καὶ γλυκέων φθόγγων ἔτι ἐνδύεται εἰς τὰ ὦτα ἡμῶν, μάλα ἐφραίνων τήν καρδίαν. Ἑκατομμύρια δε τῶν ἀνθρώπων τοῦ λόγου ἠκροῶντο τέ και  ἐθεῶντο τῇ τηλεοράσει κατά πᾶσαν τήν οἰκουμένην. 
Πολλοί δε τῶν ἁπανταχοῦ ἀνθρώπων ἔτι θαυμασιωτέραν ἡγοῦνται τήν Ἑλλάδαν εἶναι ἤ πρότερον, ἀναπειθόμενοι ὑπό τοῦ Ὀμπάμα καί ἔτι δε σεμνότεροι ἐν τῷ παραχρῆμα ἐγένοντο πρός τήν Ἑλλάδαν τοῦ Ὀμπάμα ἀκούοντες!!!!. Οὕτως ὁ Ὀμπάμα ρήτορ δεξιός τε καί εὐφυής ἐστίν!!!!! Εἰς τήν Ἀκρόπολη ἔτι δε ἤκει θεασάμενος τόν Παρθενώνα καί ἐκπεπληγμένος τοῦ κάλλους τοῦ Ναοῦ ὤν, ὤχετο ἀπιών οἴκαδεν.

Ὀμπάμα, φίλοι Ἕλληνες, πάνυ καλός καί ἀγαθός μοι δοκεῖ εἶναι καί εὖ τήν ψυχήν τυγχάνει πεφυκῶς ὥσπερ καί οἱ ἀρχαῖοι Ἕλληνες εὖ πεφυκότες ἐτύγχανον. Εἰσί δε νῦν τινές λέγοντες ὅτι πολύ μᾶλλον εἰκός ἐστίν ἐλεεῖσθαι ἡμᾶς ὑπό τοῦ Ὀμπάμα ἤ ἐγκώμιον περί τῶν ἀρχαίων ἀκούειν. Εἰσί δε καί ἄλλοι τινές λέγοντες ὅτι αἱρετέον ἡμῖν λόγους σώφρωνος φίλου ἀνδρός τοῦ ἐλέους. 

Ὁ τοῦ Ὀμπάμα λόγος, φίλοι, ἦν περί τοῦ ὅντινα τρόπον χρή ἡμᾶς ὀλβίως ζῆν!!!. Περί τό Καλόν καί Ἀγαθόν!!!! Καί τοῦτο εἴρηται Σωκράτει!!! 


Ἕλληνικῶς φρονεῖν καὶ ὑγιαίνειν ὑμῖν... 



Εὐμήχανος. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top