Εἰ καί μάλα εὖ οἶδα, ὦ φίλτατοι, ὅτι ὑμεῖς ἴστε τά ἐν Ἐλλάδι παρόντα βέλτιον ἐμοῦ, ἀλλά  ἐγώ πειράσωμαι Ἀττικιστί διά βραχέων δηλῶσαι αὖ ὑμῖν ταῦτα. 
Ἐγώ μέν οὖν, περί τῆς νῦν Ἐλλάδος πολιτείας, οὐδέν ἔχω ἐπαινεῖν, πρῶτον μέν τούτων μάλιστα ὅτι ὥσπερ τοῖς προτέροις ἄρχουσιν, οὔτως ἔδοξεν καί τοῖς νῦν διασῶσαι τήν Ἐλλάδαν χρωμένοις τῷ μνημονίῳ, ἔπειτα δε ὅτι Τσίπρας τε καί οἱ σύν αὐτῷ, ὁπόσαι εἰσὶν ἀρχαὶ μεγάλης μισθοφορίας τῷ δημοσίῳ, συγγενεῖς αὐτῶν κελεύουσι τάς ἀρχάς αὐτάς ἄρχειν, ἔνεκα μεγάλης ὠφελείας χρημάτων εἰς τόν οἶκον αὐτῶν. 
Καί, ὡς ἕοικεν, τούτῳ τῷ τρόπῳ οἱ τοῦ Τσίπρα νέμουσιν τάς ἐν τῷ δημοσίῳ ἀρχάς τε καί οὐσίας τοῖς πονηροῖς τε καί οἰκείοις μᾶλλον ἤ τοῖς χρηστοῖς τε και ἱκανοῖς ἄρχειν ὡς προσήκει ἐν δικαίᾳ χῶρα γίγνεσθαι. 
Ἔστι δέ οὔτως τοῖς μέν ἄρχουσιν μέγας πλοῦτος τε και ἀκολασία, τοῖς δε πλείστοις τῶν Ἐλλήνων κολασμός τε πενία καί ἔνδεια χρημάτων.
Ἐπί τούτοις, ὦ φίλτατοι, πλεῖστοι τῶν νῦν Ἐλλήνων σφόδρα καταμέμφονται καθ´ ἑκάστην τόν Τσίπραν καί μεταμέλει αὐτοῖς ὅτι εἵλοντο Τσίπραν ἄρχειν τῆς πολιτείας πρό ἔτους. 
Μάλιστα δέ πολλοί λέγουσιν ὅτι βίᾳ Ἐλλάδα ἀναγκάζεται μετέχειν τοῦ μνημονίου ὑπό τῶν Εὐρωπαίων, εἴτε βούλωνται οἱ Ἔλληνες εἴτε μή,  καί  ὅτι τῷ μνημονίῳ χρῶσι ἐπί τήν δουλείαν τήν ἡμετέραν, οὐδενός κωλύοντος.
Ἑπτά ἔτη ὁ λαός, ὦ φίλτατοι, ἔτι καί νῦν μαχόμενοι σφόδρα διατελοῦσιν ὑπέρ μισθῶν, συντάξεων, ὑγείας καί εὐημερίας τῆς Πατρίδος, μή δυνάμενοι τοῦ μνημονίου  ἀπαλλάξασθαι.
Ἔοικεν γάρ ὅτι ἱκανήν τυραννίαν κατέστησαν ἐν Ἐλλάδι οἱ πρός τοῦτο ἐπιτήδειοι, ἀρχομένη ὑπό ἀνθρώπων πονηρῶν, διακειμένων ἐχθρικῶς πρός ἡμᾶς. 

Εὐχαριστῶ ὑμῖν. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top