Φαίνεται μοι Ὀμπάμα εἰς μέν λόγους καλῶς παρασκευάσασθαι εἰς δέ ἔργα κακῶς, ὅτι τοῦτο ὄ ὑπέσχετο, οὔ ποιεῖ !!!
Ὀμπάμα, φίλτατοι, ὑπέσχηκε οὖν πολλάκις ὅτι πρός τούς ὅπλων κατέχοντας καί τό αὐτοῖς συμφέρον, μεγάλη χρεία ἐστί ἔν Ἀμερικῇ νέους νόμους τίθεσθαι οἴ τήν ὁπλοκατοχήν μη ἔτι ἐπιτρέπωσι καί τούς ἤδη κατέχοντας ὅπλων εἰς δικαιοσύνην παρέχωσιν εἰς κρίσην. Καί οὐ  πωποτε ἐποίησεν τοῦτο, ὄ ὑπέσχετο,
Ὅτῳ, φίλτατοι, τῶν Ἀμερικανῶν δοκεῖ ἀδικεῖσθαι ἤ προπηλακίζεσθαι ὑπό τινός καί μή οἶος τε ἐστί αὐτός αὐτῷ ἀλέξασθαι χερσίν τόν ἀδικούντα, ἔξεστι αὐτῷ ραδίως ἀποκτενεῖν ὅπλῳ αὐτόν, τόν ὡς ἀδικούντα. Καί γάρ οἱ ἀσθενεῖς ἄνθρωποι εἰσίν καί οἱ πολλοί ἐν Ἀμερικῇ οἴ μάλιστα ποιοῦσιν αὐτό τοῦτο, τό χρῆσθαι ὅπλοις.
Καί τούτου ἔνεκεν, νῦν δή πάλιν Ἂμερικανοί ταὐτὸν τοῦτο ἔπαθον ὄ πολλαχῶς πεπόνθασι κατά τό πρόσθεν καὶ ἔγωγε οὐκ ἄγαμαι Ὀμπάμα κατ´ αὐτό τούτο, τό μή ποιῇ ὄ ὑπέσχετο!!!
Πάλιν αὖ, φίλτατοι Ἔλληνες, τῶν Ἀμερικανῶν φρενόληπτοι τινές κατέχοντες ὅπλων, δύο τόν ἀριθμόν, παραγενόμενοι ἑορτῇ τινί ἔν Σαντ Μπερναντίνο , καί ἀνοίξαντες πύρ ἀπέκτεινον οὔ μεῖον τούς εἴκοσι  τῶν παρόντων. 
Οἱ τόν ὅλεθρον ποιήσαντες, Σάγεντ Ρίζβαν Φαρούκ, 28 ετών γεγονώς, και Τασφίν Μαλίκ, 27 γεγονυῖα, ἀπέθανον παρευθίς μαχόμενοι καί κατά τῶν ἀστυνομικῶν.
Ὅτι ἔξεστι τοῖς Ἀμερικανοῖς ὁπλοφορεῖν, ράδιον ἐστί αὐτοῖς ἀποκτενεῖν ὄν ἄν βούλωνται.
Εὖ γάρ οἶδα, φίλτατοι, ὅτι ἀναγκαῖον ἐστιν, ὥσπερ ἔν Εὐρώπῃ οὔτως καί ἔν Ἀμερικῇ, τὸν χρώμενον ὅπλοις ζημιοῦσθαί ὑπό τοῦ νόμου, ὡς γάρ καί Πίνδαρος ἔφη "νόμος ὁ πάντων βασιλεὺς, θνατῶν τε καὶ ἀθανάτων”. 

Εὐχαριστῶ ὑμῖν.




0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top