Φοβερώτατον, ὦ ἄνθρωποι, τοῖς πᾶσιν ἦν ὁρᾶν. Ἄνευ οἴκτου, ἀνηλεῶς σφάττειν τούς Γάλλους  ἐκέλευσαν Τζιχαντιστάς οἱ τοῦ Ἰσλαμικοῦ κράτους!!!!  Καί τούτου ἔνεκεν, ὥσπερ λύκος ἐπὶ ποίμνην ἐπιτιθεμένους , ὡς διακόσιοι τῶν Γάλλων κατεσφάγησαν, συναλιζόμενοι ὄντες ἐν θεάτρῳ πρός τέρψιν τῇ προτεραῖᾳ νυκτί!!!
Τζιχαντισταί ἤ ἔσφαττον ὧν κρατεῖν δύναιντο ἀποτεμόντες τὰς κεφαλὰς ἤ ἔβαλλον κατά πάντων πυροβόλοις ὄπλοις  ἀποκτείνοντες  ὡς πλείστους ὡς μάλιστα. 
Πλείστοι τῶν Εὐρωπαίων ὀργιζόμενοι  διά τόν δεύτερον τοῦτον ὄλεθρον τῶν Γάλλων αἰτοῦσι τῶν ἀρχῶν ὅπως μή ἔτι ἔξεστι πρόσφυγας εἰσιέναι Εὐρώπην, βέβαιοι ὄντες ὅτι καί Τζιχαντισταί εἰσβαίνουσιν ὁμοῦ πρόσφυξι. 
Πρόεδρος Ὀλάντ φοβούμενος τά ἔσχατα, ἐκέλευσε Γάλλους φυλάττεσθαι μή αὐτοῖς ἐπιθῶνται αὖ τῶν ἐπομένων νυκτῶν Τζιχαντισταί καί πρός ἀποφυγήν φυλακάς πλείονας ἐποίησεν κατά πᾶσαν τήν Γαλλίαν. 
Καταφανές νῦν ἐστί, ὦ φίλτατοι, ὅτι Τζιχαντισταί χαλεπώτατοι μαχηταί τε καί πάντων ἡμῖν τοῖς Εὐρωπαίοις πολέμιοι εἰσίν, δεῖ ἡμᾶς μάλα φυλάττεσθαι μή ὑπό τούτων ἔτι μείζονα πάθωμεν. 
Γένοιτο. . 



3 σχόλια Blogger 3

Εὐμήχανος είπε... 14 Νοεμβρίου, 2015 14:59

Φρανσουά Ὀλαντ: Ἐπεί οὐ τό Σέγκεν ἀλλά τό Γαλλίας δίκαιον ἐν τῇ ἰσχύ ἐτέθην ἀρχόμενον τῆς σήμερον, οὔκ ἄν ἔτι τις τῶν Τζιχαντιστῶν οἶος τε εἴη εἰσιέναι Γαλλίαν.

Εὐμήχανος είπε... 14 Νοεμβρίου, 2015 15:00

Ὁλίγου πρό ὑπό Ἰσλαμικοῦ κράτους: " Καί μήν Ἰσλαμικόν κράτος ἐστίν ὁ αἴτιος τῶν δεινῶν τούτων, τῶν ἐν Παρισίοις γεγονότων τῇ προτεραῖᾳ. Ἔτι δη πλείονα τε καί δεινότερα τούτων ταχά ἔσονται κατά πᾶσαν Εὐρώπην."

Εὐμήχανος είπε... 14 Νοεμβρίου, 2015 15:34

Ὀμπάμα: "Καί μήν οὔκ οἶμαι δυνατόν εἶναι τοίνυν τόν ISIS πλῆξαι ἠμᾶς ὥσπερ ἦν τό πρότερον"

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top