Εὐρωπαίους ὑπερφιάλους χρή ἡμᾶς ἀλέασθαι. Τό πρῶτον, ὦ φίλτατοι, πλεῖσται τῶν Αἰγαίου νήσων, ὑπερπληθύουσαι προσφύγων ὡς Λέσβος τε Χίος καί λοιπαί, ούκ ἄν δυνηθεῖεν ὡς ἀγγέλλουσιν ἔτι πλείους πρόσφυγας ὑποδεχθῆναι. Τούτου ἔνεκεν, ὡς εἰς "Der Spiegel" ἀγγέλλεται, ἄμφω Μέρκελ τε καί Γιουγκέρ μελετῶσιν πρόσφυγας μετοικεῖν ἀπό τῶν νήσων εἰς τινά μέγα χωρίον  ἔν τῇ Ἠπείρῳ, ἐγγύς Ἀθηνῶν. 
Ὡς ἐν νῷ ἄμφω ἔχουσιν δεῖ τό μέν μέγα-χωρίον χωρέειν πρόσφυγας πέντε μυρίους, πρός τοῦτο μελετῶσιν χρῆσθαι τοῖς νῦν καλουμένοις "Ολυμπιακά ακίνητα", τήν δε χωρίου ἀρχήν διδόναι τοῖς Εὐρωπαίοις τε καί τῷ ΟΗΕ. Ἄκουσον, ἄκουσον, φίλτατε Ἔλληνα. Εὐρωπαῖοι διακελεύουσι Τσίπρᾳ χωρίου ἀρχή διδόναι τό παράπαν τοῖς Εὐρωπαίοις. Οὔκ αἰσχύνονται λέγοντες Τσίπρᾳ τό ἐν Ἔλλάδι κράτος τοῦ χωρίου ἔσται Εὐρωπαϊκό;
Ἔτι δε ἄμφω πειρῶνται πρόσφυγα Ἔλληνι  καὶ Ἔλληνα πρόσφυγι ἐξισοῦσθαι, καὶ ξένον ὡσαύτως.  
Ἴνα τί  Εὐρωπαῖοι ποιοῦσι τοῦτο οὔ χαλεπόν τινά εἶναι μανθάνειν. Ἔοικεν ὅτι βούλονται ἀλέξειν Εὐρώπην οἰκούντες τούς πρόσφυγας βίᾳ ἐν Ἐλλάδι. 
Ὡς ἐμοί δοκεῖ οὔποτε τοῦτο δεῖ  γενέσθαι ἐν Ἐλλάδι καί οὔποτε Ἐλληνικήν ἀρχήν ἀποδέχεσθαι τούς Εὐρωπαίων ὑπερφιάλους λόγους ἀλλά τούς φρονίμους μόνον. Εἴθε Θεός Ἔλλησιν ἀλέξειεν κακόν ἦμαρ. 
Γένοιτο. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top