Χαίρετε ὦ φίλτατοι. 
Μάλα εὖ ἴστε ὅτι ἐν Συρίᾳ πόλεμος ἐστί δεινός τοῖς ἀνθρώποις ἐπὶ δουλείᾳ τε και ὀλέθρῳ κολάζων αὐτοῖς. Σύριοι πολεμοῦσιν Συρίοις, καί ἐμφύλιον τήν τοιαύτην ἔχθραν ἡμῖν κλητέον. Πλείστοι τῶν Συρίων, φίλτατοι, δεδιότως ὁδοιπορούντες ἤ πλέοντες διά τῆς Ἐλλάδος, οἴχονται ἐς Εὐρώπην ὡς σωζώμενοι ἐαυτούς τε καί οἰκείους τοῦ θανάτου. Τίς γάρ ἀνθρώπων ἄν ποτέ πεισθείη νοῦν ἔχων, ὡς βέλτιον εἴη Σύριοις ἐν Συρίᾳ μᾶλλον εἶναι ἤ οἴχεσθαι ἐς Εὐρώπην;
Τί ὄφελος ἄν εἴη, φίλτατοι, τοῖς Συρίοις, εἰ ἐν Συρίᾳ εἴησαν, τά ἐπιτήδεια πρός τήν δίαιταν μή τυγχάνοι ἔχοντες το παράπαν, σιτία καί ποτά καί ἱμάτια καί ἄλλα τοιαῦτα, ἔτι δέ τούτων κινδυνεύοντες ἀποθανεῖν ὑπό τοῦ δεινού πολέμου; Τί ἄν ἡ κατά τήν Συρίαν κατοίκησις ὠφελοίη; Ἤ πῶς ἄν οὖτοι ἀσφαλεῖς εἴησαν ἐν Συρίᾳ, οὔς οὐδέν κωλύει αὐτούς πτωχεύειν τε καί ἀποθανεῖν, μηδένα εὐπορούντα τῶν ἀναγκαίων; Ἴστε γάρ , φίλτατοι, ὅτι οὔκ ἔστι τοῖς Συρίοις χρήματα τε καί οἰκίαι οἰκεῖν τό παράπαν τοῦ πολέμου ἔνεκα. Οὐδέ καί τι ἀσφαλές σμικρόν καί φαῦλον οἰκίδιον ἐστίν αὐτοῖς οἰκεῖν. 
Τυγχάνων οὖν διαλεγόμενος τῷ Facebook πρός τινάς τῶν Ἐλλήνων τοῦ πρό ἔδοξε μοι ὅτι τῷ μέν οὕτως, τῷ δέ ἐτέρως δοκεῖ περί τοῦ οἴχεσθαι αὐτῶν ἐς Εὐρώπην. 
Εἰ δέοι με , φίλτατοι, τά ἀληθῆ λέγειν, φαίην ἄν εἶναι κάλλιον τούς Συρίους οἴχεσθαι καί σώζεσθαι  ἐς Εὐρώπην μᾶλλον ἤ παραμενεῖν και ἀποθανεῖν οἴκοι. Τίς γάρ νῦν οὔτω δυστυχής ὡς ὁ Σύριος πολίτης ἐστίν; Ὡς ἐμοι δοκεῖ, οὐδεῖς φίλτατοι εἶναι.

Τόδε μέντοι, ὦ Ἔλληνες, χρή ἡμᾶς νῦν σκοπεῖν, ἐπειδὰν ἡμῶν  ἡ χώρα χρήματα μὴ κεκτημένη ᾖ, πῶς  οἵα τ’ ἔσται τοῖς Συρίοις ἐπικουρεῖν.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top