Πυθόμενος, ὦ ταλαίπωροι Ἔλληνες, ὅτι μέλλομεν αἱρεῖσθαι πάλιν αὖθις ὅστις ἄρχει ἠμῶν, ἐξεπλάγην μάλα τούτου ἔνεκα. Μέμνημαι γαρ τοίνυν ὅτι τήν προτέραν ἐκλογήν τῶν νῦν ἀρχόντων ὁλίγων μηνῶν πρό ἐποιησάμεθα καί οἴους ἐξελέξαμεν. Ἴνα τί γένηται Τσίπρας βούλεται πάλιν ἐκλογάς; Οὐ μάλα μανθάνω, ὦ θαυμάσιοι, τί ἐν νῷ ἔχει.
Τίνι οὖν, ὦ ἀγαθέ Ἔλληνα, δυνατὸν ἐστίν ἡ αὐτὴ φύσις πρωθυπουργός τε καὶ φιλοψευδής; Οὐ δη χαλεπόν εὐρεῖν, φίλτατοι, τόν Τσίπραν, πρωθυπουργόν τε ὄντα καί μή, ἀεί ψευδόμενον. Οὗτος γάρ, Τσίπρας, ψευδείς τοι μύθους συντιθέντας ἔλεγε τε καὶ λέγει ἀεί ἡμῖν. Τίς οὖν ἠμῶν οὐ μέμνηται τῶν Τσίπρα ἀκραάντων ἐπῶν. Τίς οὐ γαρ μέμνηται Τσίπραν λέγοντα ψεύδη ἡμῖν περί διοδίων, ΕΝΦΙΑ, τελῶν, συντάξεων, μισθῶν, μνημονίων κ.λπ;
Οὔκ οἶδα τίνα μέντοι αἰρεθήσεσθαι. Οἶμαι τοίνυν Τσίπραν ἤ Μεϊμαράκην. Ἠμέτερον δὴ ἔργον ἂν εἴη ἐκλέξασθαι τίνες τε καὶ ποῖαι φύσεις τῶν αἰρετῶν ἀγαθαί τε καί ἐπιτήδειαι εἰς τό ἄρχειν εἴναι. Χρή δε τούς βουλευτάς οὐ κατὰ συνήθειαν τοῦ προτέρου ἡμῶν βίου ἀλλά κατά τήν Πατρῖδος ἀνάγκην αἱρεῖσθαι. Τίνα χρή ἠμᾶς ἐκφεύγειν καί τίνα αἰρεῖσθαι; Τσίπραν ἤ Μεϊμαράκην; Εἰ καί οὔκ ἔχω εἰπεῖν ἀλλά μέμνησον τοῦ ἐπους : " τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ ἔμόνον ὑπὸ θεῶν ἀλλὰ καὶ ὑπ’ ἀνθρώπων μισεῖται"
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου