"..Τὴν Ἀχιλλέως μῆνιν οὐχ ὑπὲρ τῆς τοῦ Χρύσου θυγατρὸς ἐμπεσεῖν τοῖς Ἕλλησιν, ἀλλὰ κἀκεῖνον ὑπὲρ τοῦ Παλαμήδους μηνῖσαι." 
Πρὸ γὰρ δὴ Παλαμήδους ὧραι μὲν οὔπω ἦσαν οὖσαι, μηνῶν δὲ οὔπω κύκλος, ἐνιαυτὸς δὲ οὔπω ὄνομα ἦν τῷ χρόνῳ, οὐδὲ νόμισμα ἦν, οὐδὲ σταθμὰ καὶ μέτρα, οὐδὲ ἀριθμεῖν, σοφίας τε οὔπω ἔρως, ἐπεὶ μήπω ἦν γράμματα...
...Παλαμήδης περιαχθεὶς δὲ τὼ χεῖρε κατελιθώθη, βαλλόντων αὐτὸν Πελοποννησίων τε καὶ Ἰθακησίων...
Ἀχιλλέως τε ἀφικομένου μετὰ τὴν τῆς Χερρονήσου ἅλωσιν, ἄμφω ἐπὶ τῷ Παλαμήδει ἐμήνισαν. Ὃ μὲν Αἴας οὐκ ἐπὶ πολύ· ὡς γὰρ ᾔσθετο τῶν ξυμμάχων κακῶς πραττόντων, ἤλγησέ τε καὶ τὴν ὀργὴν μετέθηκεν. Ὁ δὲ Ἀχιλλεὺς ἐπεμήκυνε τὴν μῆνιν· ᾠδήν τε γὰρ τῆς λύρας τὸν Παλαμήδην ἐπεποίητο καὶ ᾖδεν αὐτὸν ὅσα τοὺς προτέρους τῶν ἡρώων, ........
..οὐ γὰρ δὴ ἱκετεῦσαι τὸν Παλαμήδη, οὐδὲ οἰκτρόν τι εἰπεῖν οὐδὲ ὀδύρασθαι, ἀλλ’ εἰπὼν 

“ἐλεῶ σε, ἀλήθεια· σὺ γὰρ ἐμοῦ προαπόλωλας,” 

ὑπέσχε τὴν κεφαλὴν τοῖς λίθοις....


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top