Πόλεμον ἡγοῦμαι εἶναι τῷ ὄντι ἐν τῷ ΣΥΡΙΖΑ πρὸς ἀλλήλους, ἔχθρας γε δεινὰς καὶ ἄλλα τοιαῦτα πολλά, οἷα λέγεταί τε ὑπὸ τῶν πολιτῶν τε καὶ τῶν δημοσιολόγων. Λαφαζάνης καί οἰ σύν αὐτῷ, καλούμενοι " Αριστερή πλατφόρμα", στασιάζουσιν καί διαφέρονται τῷ Τσίπρᾳ περί τοῦ μνημονίου τε καί ὡς ἐπί τό πλεῖστον ἔχθρα ἐστί τῷ Λαφαζάνῃ πρός Τσίπραν. Ὁ μέν Λαφαζάνης, διαφερόμενος περί τῆς μνημονίου πράξεως, φησίν αὐτήν ἀδίκως τε καί κατά τά εἰωθότα τῆς Νέας Δημοκρατίας πέπραχθαι ὁ δέ Τσίπρας δικαίως καί ἀναγκαίως ὑπέρ τῆς πατρίδος. Τί δ᾽ ἔστι ἡ ἔρις αὔτη, ποῖ τείνει, καὶ εἰς τί; Δῆλον εἰς τόν ΣΥΡΙΖΑ. Δῆλον ὅτι διολέσει  ΣΥΡΙΖΑ. Τί φατέ φίλτατοι; Ταῦτα οὐχί καλῶς λέγεται;

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top