Οἴκοθεν ἐτύγχανον πορευόμενος, τινάς ἡμέρας πρότερον, εὐθὺ Δήμου Ἀλωπεκῆς, νῦν Δάφνης, τὴν Χαμοστέρνας ὡς ἐργασόμενος. Ἐπειδὴ δ᾽ ἐγενόμην κατὰ τὴν Συγγροῦ, ἐνταῦθα ἐνέτυχον Σωκράτει τῷ Σωφρονίσκου πορευομένῳ Ἀθήναζεν. 

Σωκ: Χαῖρε τε  Εὐμήχανε,. Ποῖ δη πορεύῃ καὶ πόθεν;

Εὐμ: Καλήν ἡμέραν ἔχοις, ὦ Σώκρατες.  Οἴκοθεν, ὦ θαυμάσιε, τυγχάνω πορευόμενος εὐθύ Ἀλωπεκῆς.

Σωκ: Βουλοίμην ἄν, ὦ φίλτατε, πυθέσθαι παρά σου τί δη ἑορτή Πάσχα ἐστί καί τίνι τρόπῳ ἑορτάζεται ὑπό τῶν νῦν Ἐλλήνων.Ἔχοις ἄν εἰπεῖν;

Εὐμ: Πάνυ μεν οὖν,ὦ Σώκρατες. Πάσχα ἐστίν ἡ κατά πᾶσαν χῶραν ἑορτή τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Χριστοῦ. Ἔστι δε ἡ μεγίστη πασῶν τῶν ἑορτῶν ἥ καί ἑορτή τῶν ἀζύμων καλεῖται καί ἅμα οἱ νῦν Ἔλληνες μεγάλας σφαγάς μυρίων ἀμνῶν ποιοῦσιν τῆς ἀναστάσεως ἔνεκεν!!!!!

Σώκρατης μάλα θαυμάσας, ἔφη, οἶος δε θεός ἔστι οὖτος, ὁ Χριστός; Καί ποδαπός; Οὐ γάρ τῶν Ἐλλήνων θεῶν τις ἔοικεν εἶναι, ὥσπερ Ἄδωνις ὅς κατ´ ἐνιαυτόν ἐκεῖθεν, ἐκ τοῦ Ἀΐδου, ἀεί δεῦρο εἰς γῆν ἔαρι ἐπανήρχετο. Καί γάρ ἔνεκεν τούτου πάντες οἱ ἐν Ἐλλάδι ἀσμένως ἑώρταζον, τα καλούμενα Ἀδώνια, μεγάλας ἀνάγοντες θυσίας.

Εὐμ: Οὐδαμῶς ὦ Σώκρατες. Ἐβραῖος τό γένος ἐστί καί νομίζεται υἱός Θεοῦ εἶναι. Εἰσέτι δε τοῖς Ἔλλησιν ὁμολογεῖται Χριστόν μόνον εἶναι θεόν καί οὔκ ἔξεστιν αὐτοῖς ἔτερον ἄλλον θεόν λατρεύειν πλήν Χριστοῦ!!!!

Σωκ: Πῶς γάρ γέγονεν τοῖς Ἔλλησιν νομίζειν Ἐβραῖον θεόν μᾶλλον ἤ Ἔλληνα; Τίνι τρόπῳ γέγονεν τοῦτο; Βίᾳ; Καί τί Χριστῷ εἴρηται πρός ὑμᾶς; Τίνες οί λόγοι αὐτοῦ; Ἔχοις ἄν εἰπεῖν;

Εὐμ: Πάνυ μέν οὖν Σώκρατες. Εἴρηται τῷ Χριστῷ ὡς ἀληθῶς ἐν ἀρχῇ μέν εἴη ὁ Λόγος τε καί ὡς ψυχή ἀθάνατος τυγχάνοι οὖσα ἀποχωρησθεῖσα τοῦ σώματος τε καί ὡς δέοι ἀνθρώπους φιλεῖν ἀλλήλοις. Καί ὥσπερ σύ ἔπραττες, ὦ Σώκρατες, οὕτω καί Χριστός μισθόν οὐπώποτε εἰσεπράξατο τῶν λόγων αὐτοῦ ἔνεκα!!!

Σωκ: Ὦ Ζεῦ, τέρας τοῦτο καί μάλα θαυμάζω!!!!. Καί μήν τοῖς ἐμοῖς λόγοις τε καί τρόπῳ μᾶλλον ἤ τοῦ Χριστοῦ ταῦτα ἔοικε τό παράπαν εἶναι!!!! Οὐ γάρ θεμιτόν ἐστί αὐτῷ τούς λόγους ὑποβάλλειν ὄντας ἐμοῦ!!!! Θεός γάρ ἔστιν!!! Ἀλλά τίνι τρόπῳ τοῦτο γέγονε;

Εὐμ: Ὅτι πλείων χρόνος οὔκ ἐστὶν μοι, ὦ Σώκρατες, ἀκριβῶς πάντα ταῦτα ὡς ἔχει μαθεῖν σε. Μαθεῖν τοίνυν σοι πειράσομαι εἰς αὖθις, ὦ Σώκρατες. Νῦν γὰρ σπεύδω ποι, μοι ὥρα ἀπιέναι. Ἀσχολία τίς γάρ ἔστι μοι.

Σωκ: Χαῖρε, ὦ φίλτατε Μιχάλη, ἔφη, καί εἰς αὖθις διαλεγώμεθα ἀλλήλοις αὖ.  
Φράζε δέ τοῖς νῦν Ἔλλησιν ἐρρῶσθαι. Εὖ γάρ οἶδα ὅτι χαλεπῶς φέρουσιν τοῖς παροῦσιν. Χρή αὐτούς καρτερεῖν ἡσυχίαν ἄγοντας. 

Καί οὔτως εἰπών, ἀγοράνδε ἀπερχόμενος ὲπορεύετο !!!

Χαίρετε!!! 



















0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top