Εἰ δέοι με, φίλοι Ἔλληνες, εἰπεῖν τί περί τῶν Ἐλλήνων ὅτι αἰρούμεθα τούς πονηρούς ἄρχειν μᾶλλον ἤ τούς χρηστούς οὔκ ἀν ἔχοιμι ἐπαινέσαι διά τοῦτο. Δυστυχῶς παλαιόθεν πεπράγαμεν πολλάκις τοῦτο τό ἀμάρτημα, τό τῆς ἐκάστοτε καθεστηκυίας ἀρχῆς τό συμφέρον αἰρεῖσθαι μᾶλλον ἤ τό ἡμέτερον τό τῶν πολιτῶν.
Ὦ φίλτατε Ἔλληνα, χρή σέ μανθάνειν ὅτι οἰ ἐκάστοτε ἄρχοντες τούς νόμους τιθέασι πρός τό σφίσιν συμφέρον. Τιθέμενοι δε τούς νόμους δεικνύασιν οἶον το δίκαιον εἶναι τοῖς ἀρχομένοις καί τόν ἐκβαίνοντα τοῦ δικαίου τιμωρούσιν ὡς παρανομούντα τε καί ἀδικούντα.
Ἄμα δε ἄρχοντες αὐτοί ὄντες λάθρᾳ ἐκ τῆς ἀρχῆς λαμβάνουσιν ὥσπερ κλέπται τε καὶ ἀποστερηταὶ καί ἀντὶ τούτων τῶν αἰσχρῶν ὀνομάτων τε καί πράξεων εὐδαίμονες καὶ μακάριοι νομίζονται ὑπό τῶν πολιτῶν. Ἔτι μεν πᾶσαι ἀρχαί μισθοδοσίας ἔνεκεν ἤ ὡφέλειας οἴκου ὑπό τῶν συγγενῶν αὐτῶν ἄρχονται.
Καί πῶς τίς πείσει τούς Ἔλληνας περί τούτου τοῦ ἀμαρτήματος φίλτατοι; Τί χρή αὐτόν ἔτι ποιήσειν; ἢ εἰς τόν νοῦν ἐκάστου φέρων ἐνθῇ τὸν λόγον τόν περί τοῦ ὁρθῶς αἰρεῖσθαι τούς ἄρχοντας;
Χρή ἡμᾶς, φίλτατοι, ἐπιμελεῖσθαι μή πενεστέρους ἔσεσθαι αἰρουμένους τό ἡμέτερον δίκαιον ποιεῖν. Γένοιτο.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου